1 Early on the first day of the week, while it was still dark, Mary Magdalene went to the tomb and saw that the stone had been removed from the entrance.
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 So she came running to Simon Peter and the other disciple, the one whom Jesus loved. “They have taken the Lord out of the tomb,” she said, “and we do not know where they have put Him!”
τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς καὶ λέγει αὐτοῖς· ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
3 Then Peter and the other disciple set out for the tomb.
Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον·
4 The two were running together, but the other disciple outran Peter and reached the tomb first.
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
5 He bent down and looked in at the linen cloths lying there, but he did not go in.
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
6 Simon Peter arrived just after him. He entered the tomb and saw the linen cloths lying there.
Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
7 The cloth that had been around Jesus’ head was rolled up, lying separate from the linen cloths.
καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
8 Then the other disciple, who had reached the tomb first, also went in. And he saw and believed.
Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν·
9 For they still did not understand from the Scripture that Jesus had to rise from the dead.
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
10 Then the disciples returned to their homes.
ἀπῆλθον οὖν πάλιν πρὸς οἱ μαθηταί.
11 But Mary stood outside the tomb weeping. And as she wept, she bent down to look into the tomb,
Μαρία δὲ εἱστήκει πρὸς κλαίουσα. ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον,
12 and she saw two angels in white sitting where the body of Jesus had lain, one at the head and the other at the feet.
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
13 “Woman, why are you weeping?” they asked. “Because they have taken my Lord away,” she said, “and I do not know where they have put Him.”
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
14 When she had said this, she turned around and saw Jesus standing there; but she did not recognize that it was Jesus.
Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι ὁ Ἰησοῦς ἐστιν.
15 “Woman, why are you weeping?” Jesus asked. “Whom are you seeking?” Thinking He was the gardener, she said, “Sir, if you have carried Him off, tell me where you have put Him, and I will get Him.”
λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
16 Jesus said to her, “Mary.” She turned and said to Him in Hebrew, “Rabboni!” (which means “Teacher”).
λέγει αὐτῇ ὁ Ἰησοῦς· στραφεῖσα ἐκείνη λέγει αὐτῷ ραββουνι, ὃ λέγεται, διδάσκαλε.
17 “Do not cling to Me,” Jesus said, “for I have not yet ascended to the Father. But go and tell My brothers, ‘I am ascending to My Father and your Father, to My God and your God.’”
λέγει αὐτῇ ὁ Ἰησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου. πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
18 Mary Magdalene went and announced to the disciples, “I have seen the Lord!” And she told them what He had said to her.
Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ τοῖς μαθηταῖς ὅτι τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
19 It was the first day of the week, and that very evening, while the disciples were together with the doors locked for fear of the Jews, Jesus came and stood among them. “Peace be with you!” He said to them.
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
20 After He had said this, He showed them His hands and His side. The disciples rejoiced when they saw the Lord.
καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
21 Again Jesus said to them, “Peace be with you. As the Father has sent Me, so also I am sending you.”
Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατὴρ κἀγὼ πέμπω ὑμᾶς.
22 When He had said this, He breathed on them and said, “Receive the Holy Spirit.
καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον.
23 If you forgive anyone his sins, they are forgiven; if you withhold forgiveness from anyone, it is withheld.”
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Now Thomas called Didymus, one of the Twelve, was not with the disciples when Jesus came.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
25 So the other disciples told him, “We have seen the Lord!” But he replied, “Unless I see the nail marks in His hands, and put my finger where the nails have been, and put my hand into His side, I will never believe.”
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 Eight days later, His disciples were once again inside with the doors locked, and Thomas was with them. Jesus came and stood among them and said, “Peace be with you.”
Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.
27 Then Jesus said to Thomas, “Put your finger here and look at My hands. Reach out your hand and put it into My side. Stop doubting and believe.”
εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
28 Thomas replied, “My Lord and my God!”
Καὶ ἀπεκρίθη ὁ Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ κύριός μου καὶ ὁ θεός μου.
29 Jesus said to him, “Because you have seen Me, you have believed; blessed are those who have not seen and yet have believed.”
λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με Θωμᾷ πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
30 Jesus performed many other signs in the presence of His disciples, which are not written in this book.
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
31 But these are written so that you may believe that Jesus is the Christ, the Son of God, and that by believing you may have life in His name.
ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
English: The Holy Bible, Berean Standard Bible (BSB), dedicated to the public domain; World English Bible and King James Version, public domain. Original text: STEPBible.org (Tyndale House, Cambridge), license CC BY 4.0 — Hebrew from the Leningrad Codex and Greek from the Textus Receptus.