1 Then Jesus entered Jericho and was passing through.
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
2 And there was a man named Zacchaeus, a chief tax collector, who was very wealthy.
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ ἦν πλούσιος·
3 He was trying to see who Jesus was, but could not see over the crowd because he was small in stature.
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
4 So he ran on ahead and climbed a sycamore tree to see Him, since Jesus was about to pass that way.
καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι δι᾽ ἐκείνης ἤμελλεν διέρχεσθαι.
5 When Jesus came to that place, He looked up and said, “Zacchaeus, hurry down, for I must stay at your house today.”
καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
6 So Zacchaeus hurried down and welcomed Him joyfully.
καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7 And all who saw this began to grumble, saying, “He has gone to be the guest of a sinful man!”
καὶ ἰδόντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
8 But Zacchaeus stood up and said to the Lord, “Look, Lord, half of my possessions I give to the poor, and if I have cheated anyone, I will repay it fourfold.”
Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσιά τῶν ὑπαρχόντων, κύριε, δίδωμι· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
9 Jesus said to him, “Today salvation has come to this house, because this man too is a son of Abraham.
Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
10 For the Son of Man came to seek and to save the lost.”
ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 While the people were listening to this, Jesus proceeded to tell them a parable, because He was near Jerusalem and they thought the kingdom of God would appear imminently.
Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.
12 So He said, “A man of noble birth went to a distant country to lay claim to his kingship and then return.
Εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
13 Beforehand, he called ten of his servants and gave them ten minas. ‘Conduct business with this until I return,’ he said.
καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· πραγματεύσασθε ἕως ἔρχομαι.
14 But his subjects hated him and sent a delegation after him to say, ‘We do not want this man to rule over us.’
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
15 When he returned from procuring his kingship, he summoned the servants to whom he had given the money, to find out what each one had earned.
καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς τὸ ἀργύριον, ἵνα γνοῖ τίς τί
16 The first servant came forward and said, ‘Master, your mina has produced ten more minas.’
Παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου μνᾶς.
17 His master replied, ‘Well done, good servant! Because you have been faithful in a very small matter, you shall have authority over ten cities.’
καὶ εἶπεν αὐτῷ· ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
18 The second servant came and said, ‘Master, your mina has made five minas.’
Καὶ ἦλθεν ὁ δεύτερος λέγων· ἡ μνᾶ σου, ἐποίησεν πέντε μνᾶς.
19 And to this one he said, ‘You shall have authority over five cities.’
εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ γίνου πέντε πόλεων.
20 Then another servant came and said, ‘Master, here is your mina, which I have laid away in a piece of cloth.
Καὶ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
21 For I was afraid of you, because you are a harsh man. You withdraw what you did not deposit and reap what you did not sow.’
ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
22 His master replied, ‘You wicked servant, I will judge you by your own words. So you knew that I am a harsh man, withdrawing what I did not deposit and reaping what I did not sow?
Λέγει δὲ αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
23 Why then did you not deposit my money in the bank, and upon my return I could have collected it with interest?’
καὶ διὰ τί οὐκ ἔδωκάς τὸ ἀργύριον ἐπὶ τὴν τράπεζαν, κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα;
24 Then he told those standing by, ‘Take the mina from him and give it to the one who has ten minas.’
καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
25 ‘Master,’ they said, ‘he already has ten!’
καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.
26 He replied, ‘I tell you that everyone who has will be given more; but the one who does not have, even what he has will be taken away from him.
λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
27 And these enemies of mine who were unwilling for me to rule over them, bring them here and slay them in front of me.’”
Πλὴν τοὺς ἐχθρούς μου τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου.
28 After Jesus had said this, He went on ahead, going up to Jerusalem.
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 As He approached Bethphage and Bethany at the Mount of Olives, He sent out two of His disciples,
καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ
30 saying, “Go into the village ahead of you, and as you enter it, you will find a colt tied there, on which no one has ever sat. Untie it and bring it here.
ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· λύσαντες αὐτὸν ἀγάγετε.
31 If anyone asks, ‘Why are you untying it?’ tell him, ‘The Lord needs it.’”
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
32 So those who were sent went out and found it just as Jesus had told them.
Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
33 As they were untying the colt, its owners asked, “Why are you untying the colt?”
λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
34 “The Lord needs it,” they answered.
οἱ δὲ εἶπαν· ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
35 Then they led the colt to Jesus, threw their cloaks over it, and put Jesus on it.
καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
36 As He rode along, the people spread their cloaks on the road.
πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
37 And as He approached the descent from the Mount of Olives, the whole multitude of disciples began to praise God joyfully in a loud voice for all the miracles they had seen:
Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
38 “Blessed is the King who comes in the name of the Lord!” “Peace in heaven and glory in the highest!”
λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις.
39 But some of the Pharisees in the crowd said to Him, “Teacher, rebuke Your disciples!”
καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
40 “I tell you,” He answered, “if they remain silent, the very stones will cry out.”
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι οἱ λίθοι
41 As Jesus approached Jerusalem and saw the city, He wept over it
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽
42 and said, “If only you had known on this day what would bring you peace! But now it is hidden from your eyes.
λέγων ὅτι εἰ ἔγνως καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
43 For the days will come upon you when your enemies will barricade you and surround you and hem you in on every side.
ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
44 They will level you to the ground—you and the children within your walls. They will not leave one stone on another, because you did not recognize the time of your visitation from God.”
καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοὶ καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 Then Jesus entered the temple courts and began to drive out those who were selling there.
Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας
46 He declared to them, “It is written: ‘My house will be a house of prayer.’ But you have made it ‘a den of robbers.’”
λέγων αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 Jesus was teaching at the temple every day, but the chief priests, scribes, and leaders of the people were intent on killing Him.
καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
48 Yet they could not find a way to do so, because all the people hung on His words.
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
English: The Holy Bible, Berean Standard Bible (BSB), dedicated to the public domain; World English Bible and King James Version, public domain. Original text: STEPBible.org (Tyndale House, Cambridge), license CC BY 4.0 — Hebrew from the Leningrad Codex and Greek from the Textus Receptus.