Acts 2

1 When the day of Pentecost came, they were all together in one place.

Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἐπὶ τὸ αὐτό.

2 Suddenly a sound like a mighty rushing wind came from heaven and filled the whole house where they were sitting.

καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι

3 They saw tongues like flames of fire that separated and came to rest on each of them.

καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν

4 And they were all filled with the Holy Spirit and began to speak in other tongues as the Spirit enabled them.

καὶ ἐπλήσθησαν πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς.

5 Now there were dwelling in Jerusalem God-fearing Jews from every nation under heaven.

Ἦσαν δὲ Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.

6 And when this sound rang out, a crowd came together in bewilderment, because each one heard them speaking his own language.

γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.

7 Astounded and amazed, they asked, “Are not all these men who are speaking Galileans?

ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐχ ἰδοὺ οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;

8 How is it then that each of us hears them in his own native language?

καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,

9 Parthians, Medes, and Elamites; residents of Mesopotamia, Judea and Cappadocia, Pontus and Asia,

Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,

10 Phrygia and Pamphylia, Egypt and the parts of Libya near Cyrene; visitors from Rome,

Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,

11 both Jews and converts to Judaism; Cretans and Arabs—we hear them declaring the wonders of God in our own tongues!”

Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ;

12 Astounded and perplexed, they asked one another, “What does this mean?”

ἐξίσταντο δὲ πάντες καὶ ἄλλος πρὸς ἄλλον λέγοντες· τί ἄν τοῦτο εἶναι;

13 But others mocked them and said, “They are drunk on new wine!”

ἕτεροι δὲ ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.

14 Then Peter stood up with the Eleven, lifted up his voice, and addressed the crowd: “Men of Judea and all who dwell in Jerusalem, let this be known to you, and listen carefully to my words.

Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.

15 These men are not drunk, as you suppose. It is only the third hour of the day!

οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,

16 No, this is what was spoken by the prophet Joel:

ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·

17 ‘In the last days, God says, I will pour out My Spirit on all people. Your sons and daughters will prophesy, your young men will see visions, your old men will dream dreams.

καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνιασθήσονται.

18 Even on My menservants and maidservants I will pour out My Spirit in those days, and they will prophesy.

καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσουσιν.

19 I will show wonders in the heavens above and signs on the earth below, blood and fire and billows of smoke.

καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

20 The sun will be turned to darkness, and the moon to blood, before the coming of the great and glorious Day of the Lord.

ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

21 And everyone who calls on the name of the Lord will be saved.’

καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

22 Men of Israel, listen to this message: Jesus of Nazareth was a man certified by God to you by miracles, wonders, and signs, which God did among you through Him, as you yourselves know.

Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις οἷς ἐποίησεν δι᾽ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε,

23 He was delivered up by God’s set plan and foreknowledge, and you, by the hands of the lawless, put Him to death by nailing Him to the cross.

τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον λαβόντες διὰ ἀνόμων προσπήξαντες ἀνείλατε,

24 But God raised Him from the dead, releasing Him from the agony of death, because it was impossible for Him to be held in its clutches.

ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ.

25 David says about Him: ‘I saw the Lord always before me; because He is at my right hand, I will not be shaken.

Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ·

26 Therefore my heart is glad and my tongue rejoices; my body also will dwell in hope,

διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι.

27 because You will not abandon my soul to Hades, nor will You let Your Holy One see decay.

ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

28 You have made known to me the paths of life; You will fill me with joy in Your presence.’

ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

29 Brothers, I can tell you with confidence that the patriarch David died and was buried, and his tomb is with us to this day.

Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.

30 But he was a prophet and knew that God had promised him on oath that He would place one of his descendants on his throne.

προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν καθίσαι ἐπὶ αὐτοῦ,

31 Foreseeing this, David spoke about the resurrection of the Christ, that He was not abandoned to Hades, nor did His body see decay.

προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι ἡ ψυχὴ αὐτοῦ εἰς ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.

32 God has raised this Jesus to life, to which we are all witnesses.

τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.

33 Exalted, then, to the right hand of God, He has received from the Father the promised Holy Spirit and has poured out what you now see and hear.

τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ νὺν ὑμεῖς βλέπετε καὶ ἀκούετε.

34 For David did not ascend into heaven, but he himself says: ‘The Lord said to my Lord, “Sit at My right hand

οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου,

35 until I make Your enemies a footstool for Your feet.”’

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

36 Therefore let all Israel know with certainty that God has made this Jesus, whom you crucified, both Lord and Christ!”

ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον καὶ χριστὸν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

37 When the people heard this, they were cut to the heart and asked Peter and the other apostles, “Brothers, what shall we do?”

Ἀκούσαντες δὲ κατενύγησαν εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ἄνδρες ἀδελφοί;

38 Peter replied, “Repent and be baptized, every one of you, in the name of Jesus Christ for the forgiveness of your sins, and you will receive the gift of the Holy Spirit.

Πέτρος δὲ πρὸς αὐτούς· μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·

39 This promise belongs to you and your children and to all who are far off—to all whom the Lord our God will call to Himself.”

ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν.

40 With many other words he testified, and he urged them, “Be saved from this corrupt generation.”

ἑτέροις τε λόγοις πλείοσιν καὶ παρεκάλει λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.

41 Those who embraced his message were baptized, and about three thousand were added to the believers that day.

οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.

42 They devoted themselves to the apostles’ teaching and to the fellowship, to the breaking of bread and to prayer.

Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

43 A sense of awe came over everyone, and the apostles performed many wonders and signs.

δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

44 All the believers were together and had everything in common.

πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά,

45 Selling their possessions and goods, they shared with anyone who was in need.

καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν·

46 With one accord they continued to meet daily in the temple courts and to break bread from house to house, sharing their meals with gladness and sincerity of heart,

καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας

47 praising God and enjoying the favor of all the people. And the Lord added to their number daily those who were being saved.

αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν

English: The Holy Bible, Berean Standard Bible (BSB), dedicated to the public domain; World English Bible and King James Version, public domain. Original text: STEPBible.org (Tyndale House, Cambridge), license CC BY 4.0 — Hebrew from the Leningrad Codex and Greek from the Textus Receptus.

Carregando…