Acts 26

1 Agrippa said to Paul, “You have permission to speak for yourself.” Then Paul stretched out his hand and began his defense:

Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἀπελογεῖτο·

2 “King Agrippa, I consider myself fortunate to stand before you today to defend myself against all the accusations of the Jews,

περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον μέλλων ἀπολογεῖσθαι·

3 especially since you are acquainted with all the Jewish customs and controversies. I beg you, therefore, to listen to me patiently.

μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. διὸ δέομαι σου μακροθύμως ἀκοῦσαί μου.

4 Surely all the Jews know how I have lived from the earliest days of my youth, among my own people and in Jerusalem.

Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν Ἱεροσολύμοις ἴσασιν πάντες οἱ Ἰουδαῖοι

5 They have known me for a long time and can testify, if they are willing, that I lived as a Pharisee, adhering to the strictest sect of our religion.

προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος·

6 And now I stand on trial because of my hope in the promise that God made to our fathers,

καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,

7 the promise our twelve tribes are hoping to realize as they earnestly serve God day and night. It is because of this hope, O king, that I am accused by the Jews.

εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι, περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι Ἀγρίππα ὑπὸ τῶν Ἰουδαίων,

8 Why would any of you consider it incredible that God raises the dead?

τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;

9 So then, I too was convinced that I ought to do all I could to oppose the name of Jesus of Nazareth.

Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι,

10 And that is what I did in Jerusalem. With authority from the chief priests I put many of the saints in prison, and when they were condemned to death, I cast my vote against them.

ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον·

11 I frequently had them punished in the synagogues, and I tried to make them blaspheme. In my raging fury against them, I even went to foreign cities to persecute them.

καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.

12 In this pursuit I was on my way to Damascus with the authority and commission of the chief priests.

ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων

13 About noon, O king, as I was on the road, I saw a light from heaven, brighter than the sun, shining around me and my companions.

ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.

14 We all fell to the ground, and I heard a voice say to me in Hebrew, ‘Saul, Saul, why do you persecute Me? It is hard for you to kick against the goads.’

πάντων καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.

15 ‘Who are You, Lord?’ I asked. ‘I am Jesus, whom you are persecuting,’ the Lord replied.

ἐγὼ δὲ εἶπα· τίς εἶ κύριε; ὁ δὲ εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.

16 ‘But get up and stand on your feet. For I have appeared to you to appoint you as a servant and as a witness of what you have seen from Me and what I will show you.

ἀλλ᾽ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι,

17 I will rescue you from your own people and from the Gentiles. I am sending you to them

ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς σε

18 to open their eyes, so that they may turn from darkness to light and from the power of Satan to God, that they may receive forgiveness of sins and an inheritance among those sanctified by faith in Me.’

ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.

19 So then, King Agrippa, I was not disobedient to the heavenly vision.

Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,

20 First to those in Damascus and Jerusalem, then to everyone in the region of Judea, and then to the Gentiles, I declared that they should repent and turn to God, performing deeds worthy of their repentance.

ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεὸν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.

21 For this reason the Jews seized me in the temple courts and tried to kill me.

ἕνεκα τούτων με οἱ Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.

22 But I have had God’s help to this day, and I stand here to testify to small and great alike. I am saying nothing beyond what the prophets and Moses said would happen:

ἐπικουρίας οὖν τυχὼν τῆς τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,

23 that the Christ would suffer, and as the first to rise from the dead, would proclaim light to our people and to the Gentiles.”

εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσιν.

24 At this stage of Paul’s defense, Festus exclaimed in a loud voice, “You are insane, Paul! Your great learning is driving you to madness!”

Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.

25 But Paul answered, “I am not insane, most excellent Festus; I am speaking words of truth and sobriety.

ὁ δὲ οὐ μαίνομαί φησιν κράτιστε Φῆστε, ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.

26 For the king knows about these matters, and I can speak freely to him. I am confident that none of this has escaped his notice, because it was not done in a corner.

ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.

27 King Agrippa, do you believe the prophets? I know you do.”

πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.

28 Then Agrippa said to Paul, “Can you persuade me in such a short time to become a Christian?”

Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν

29 “Short time or long,” Paul replied, “I wish to God that not only you but all who hear me this day may become what I am, except for these chains.”

ὁ δὲ Παῦλος εἶπεν· εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.

30 Then the king and the governor rose, along with Bernice and those seated with them.

Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς·

31 On their way out, they said to one another, “This man has done nothing worthy of death or imprisonment.”

καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος.

32 And Agrippa said to Festus, “This man could have been released if he had not appealed to Caesar.”

Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

English: The Holy Bible, Berean Standard Bible (BSB), dedicated to the public domain; World English Bible and King James Version, public domain. Original text: STEPBible.org (Tyndale House, Cambridge), license CC BY 4.0 — Hebrew from the Leningrad Codex and Greek from the Textus Receptus.

Carregando…